Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.240 Joseph. BJ 3.247 (English) >>Joseph. BJ 3.255

3.245μάθοι δʼ ἄν τις τὴν τοῦ μηχανήματος ἀλκὴν ἐκ τῶν ἐπὶ τῆσδε τῆς νυκτὸς γενομένων· πληγεὶς γάρ τις ἀπʼ αὐτοῦ τῶν περὶ τὸν Ἰώσηπον ἑστώτων ἀνὰ τὸ τεῖχος ἀπαράσσεται τὴν κεφαλὴν ὑπὸ τῆς πέτρας, καὶ τὸ κρανίον ἀπὸ τριῶν ἐσφενδονήθη σταδίων. 3.246γυναικός τε μεθʼ ἡμέραν ἐγκύμονος πληγείσης τὴν γαστέρα, προῄει δὲ νέον ἐξ οἰκίας, ἐξέσεισεν ἐφʼ ἡμιστάδιον τὸ βρέφος· τοσαύτη ἦν τοῦ λιθοβόλου βία. 3.247τῶν οὖν ὀργάνων φοβερώτερος ῥοῖζος, τῶν δὲ βαλλομένων ἦν ψόφος. 3.248ἐπάλληλοι δὲ ἐκτύπουν οἱ νεκροὶ κατὰ τοῦ τείχους ῥιπτόμενοι, καὶ δεινὴ μὲν ἔνδοθεν κραυγὴ γυναικῶν ἠγείρετο, συνήχουν δʼ ἔξωθεν οἰμωγαὶ φονευομένων. 3.249αἵματι δʼ ἐρρεῖτο πᾶς πρὸ τῆς μάχης περίβολος, καὶ προσβατὸν ὑπὸ πτωμάτων τὸ τεῖχος ἐγίνετο. 3.250φοβερωτέραν δὲ ἐποίουν τὴν βοὴν περιηχοῦντα τὰ ὄρη, καὶ οὐδὲν ἐπʼ ἐκείνης τῆς νυκτὸς οὔτε εἰς ἀκοῆς οὔτε εἰς ὄψεως κατάπληξιν ἀπελείπετο. 3.251πλεῖστοι μέν γε τῶν ἐπὶ τῆς Ἰωταπάτης ἀγωνιζόμενοι γενναίως ἔπεσον, πλεῖστοι δʼ ἐγένοντο τραυματίαι, καὶ μόλις περὶ τὴν ἑωθινὴν φυλακὴν ἐνδίδωσι τοῖς μηχανήμασι τὸ τεῖχος ἀδιαλείπτως τυπτόμενον· 3.252οἱ δὲ φραξάμενοι τοῖς σώμασι καὶ τοῖς ὅπλοις τὸ καταρριφθὲν ἀντωχύρωσαν πρὶν βληθῆναι τὰς ἐπιβατηρίους ὑπὸ τῶν Ῥωμαίων μηχανάς.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 3.240 Joseph. BJ 3.247 (English) >>Joseph. BJ 3.255

Powered by PhiloLogic